Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.290 Joseph. AJ 4.294 (English) >>Joseph. AJ 4.298

4.292

Αὕτη μὲν οὖν ὑμῖν εἰρηνικὴ τῶν νόμων κατὰ τὴν πολιτείαν διάταξις ἔστω· καὶ θεὸς εὐμενὴς ἀστασίαστον αὐτῆς τὸν κόσμον παρέξεται, γένοιτο δὲ χρόνος μηδὲ εἷς, ὃς καινίσει τι τούτων καὶ πρὸς τὸ ἐναντίον μεταβαλεῖ. 4.293ἐπεὶ δὲ ἀνάγκη τὸ ἀνθρώπειον καὶ εἰς ἀβουλήτους κατὰ προαίρεσιν ταραχὰς καὶ κινδύνους ἐμπεσεῖν, φέρε καὶ περὶ τούτων βραχέα προσδιατάξωμεν, ὡς ἂν προειδότες χρὴ ποιεῖν ἐν τῇ χρείᾳ τῶν σωτηρίων εὐπορῆτε καὶ μὴ τότε δεῖ ποιεῖν ἐπιζητοῦντες ἀπαρασκεύαστοι τοῖς καιροῖς περιπέσητε. 4.294

Γῆν ὑμῖν ἣν θεὸς ἔδωκε πόνων καταφρονοῦσι καὶ ψυχὰς πρὸς ἀρετὴν ἠσκημένοις ἀπόλεμον μὲν νέμεσθαι παράσχοι τε κεκτημένοις αὐτὴν μήτε ἀλλοτρίων εἰς αὐτὴν ἐπὶ κακώσει στρατευσάντων μήτε στάσεως ἐμφυλίου κατασχούσης ὑμᾶς, 4.295ὑφʼ ἧς τἀναντία πατράσι τοῖς ἑαυτῶν πράττοντες ἀπολεῖτε τὰ ἐκείνοις νομισθέντα, χρώμενοί τε νόμοις οὓς ἀγαθοὺς δοκιμάσας θεὸς παραδίδωσι διατελοίητε· ἔργον δʼ ὅτι ἂν πολεμικὸν νῦν ὑφʼ ὑμῶν ὕστερον ἐπὶ παίδων ὑμετέρων γένηται τοῦθʼ ὑπερόριον πραχθείη. 4.296μέλλοντας δὲ πολεμεῖν πρεσβείαν καὶ κήρυκας πέμπειν παρὰ τοὺς ἑκουσίως πολεμίους· πρὸ γὰρ τῶν ὅπλων καλὸν εἶναι χρῆσθαι λόγοις πρὸς αὐτοὺς δηλοῦντας, ὅτι καὶ στρατιὰν πολλὴν ἔχοντες καὶ ἵππους καὶ ὅπλα καὶ πρὸ τούτων εὐμενῆ τὸν θεὸν καὶ σύμμαχον, ὅμως ἀξιοῦτε μὴ ἀναγκάζεσθαι πολεμεῖν αὐτοῖς μηδὲ τὰ ἐκείνων ἀφαιρουμένους ἀβούλητον αὑτοῖς κέρδος προσλαμβάνειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.290 Joseph. AJ 4.294 (English) >>Joseph. AJ 4.298

Powered by PhiloLogic